Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.372 Joseph. AJ 18.376 (English) >>Joseph. AJ 18.379

18.374

Σελευκέων τοῖς Ἕλλησι πρὸς τοὺς Σύρους ὡς ἐπὶ πολὺ ἐν στάσει καὶ διχονοίᾳ ἐστὶν βίος καὶ κρατοῦσιν οἱ Ἕλληνες. τότε οὖν συνοικούντων αὐτοῖς Ἰουδαίων γενομένων ἐστασίαζον, καὶ οἱ Σύροι καθυπέρτεροι ἦσαν ὁμολογίᾳ τῇ Ἰουδαίων πρὸς αὐτοὺς φιλοκινδύνων τε ἀνδρῶν καὶ πολεμεῖν προθύμως ἐντεταγμένων. 18.375καὶ οἱ Ἕλληνες περιωθούμενοι τῇ στάσει καὶ μίαν ὁρῶντες αὐτοῖς ἀφορμὴν τοῦ ἀνασώσασθαι τὸ πρότερον ἀξίωμα, εἰ δυνηθεῖεν παῦσαι ταὐτὸν λέγοντας Ἰουδαίους καὶ Σύρους, διελέγοντο ἕκαστοι πρὸς τῶν Σύρων τοὺς αὐτοῖς συνήθεις πρὸ τοῦ γεγονότας εἰρήνην τε καὶ φιλίαν ὑπισχνούμενοι. 18.376οἱ δὲ ἐπείθοντο ἄσμενοι. ἐγίνοντο οὖν ἀφʼ ἑκατέρων λόγοι καὶ τῶν πρώτων παρʼ ἑκατέροις ἀνδρῶν πρασσόντων ἐπιδιαλλαγὰς τάχιστα σύμβασις ἐγένετο, ὁμονοήσαντές τε μέγα τεκμήριον ἑκάτεροι εὐνοίας παρʼ ἀλλήλοις ἠξίουν παρασχεῖν τὸ πρὸς τοὺς Ἰουδαίους ἔχθος, ἐπιπεσόντες τε αἰφνίδιον αὐτοῖς κτείνουσι μυριάδας ὑπὲρ πέντε ἀνδρῶν, ἀπώλοντό τε πάντες πλὴν εἴ τινες ἐλέῳ φίλων γειτόνων ἐπιχωρηθὲν αὐτοῖς ἔφυγον. 18.377τούτοις δὲ ἦν εἰς Κτησιφῶντα ἀποχώρησις πόλιν Ἑλληνίδα καὶ τῆς Σελευκείας πλησίον κειμένην, ἔνθα χειμάζει τε βασιλεὺς κατὰ πᾶν ἔτος καὶ πλείστη τῆς ἀποσκευῆς αὐτοῦ τῇδε ἀποκειμένη τυγχάνει. ἀσύνετα δὲ ἦν αὐτοῖς τὴν ἵδρυσιν πεποιημένοις τιμῇ τῆς βασιλείας Σελευκέων πεφροντικότων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.372 Joseph. AJ 18.376 (English) >>Joseph. AJ 18.379

Powered by PhiloLogic